Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.380 Joseph. BJ 7.387 (English) >>Joseph. BJ 7.393

7.384τίνι τοίνυν οὐκ ἔστιν θυμὸς αὐτῶν πρόδηλος, εἰ ζώντων ἡμῶν κρατήσουσιν; ἄθλιοι μὲν οἱ νέοι τῆς ῥώμης τῶν σωμάτων εἰς πολλὰς αἰκίας ἀρκέσοντες, ἄθλιοι δὲ οἱ παρηβηκότες φέρειν τῆς ἡλικίας τὰς συμφορὰς οὐ δυναμένης. 7.385ὄψεταί τις γυναῖκα πρὸς βίαν ἀγομένην, φωνῆς ἐπακούσεται τέκνου πατέρα βοῶντος χεῖρας δεδεμένος. 7.386ἀλλʼ ἕως εἰσὶν ἐλεύθεραι καὶ ξίφος ἔχουσιν, καλὴν ὑπουργίαν ὑπουργησάτωσαν· ἀδούλωτοι μὲν ὑπὸ τῶν πολεμίων ἀποθάνωμεν, ἐλεύθεροι δὲ μετὰ τέκνων καὶ γυναικῶν τοῦ ζῆν συνεξέλθωμεν. 7.387ταῦθʼ ἡμᾶς οἱ νόμοι κελεύουσι, ταῦθʼ ἡμᾶς γυναῖκες καὶ παῖδες ἱκετεύουσι· τούτων τὴν ἀνάγκην θεὸς ἀπέσταλκε, τούτων Ῥωμαῖοι τἀναντία θέλουσι, καὶ μή τις ἡμῶν πρὸ τῆς ἁλώσεως ἀποθάνῃ δεδοίκασι. 7.388σπεύσωμεν οὖν ἀντὶ τῆς ἐλπιζομένης αὐτοῖς καθʼ ἡμῶν ἀπολαύσεως ἔκπληξιν τοῦ θανάτου καὶ θαῦμα τῆς τόλμης καταλιπεῖν.” 7.389

Ἔτι βουλόμενον αὐτὸν παρακαλεῖν πάντες ὑπετέμνοντο καὶ πρὸς τὴν πρᾶξιν ἠπείγοντο ἀνεπισχέτου τινὸς ὁρμῆς πεπληρωμένοι, καὶ δαιμονῶντες ἀπῄεσαν ἄλλος πρὸ ἄλλου φθάσαι γλιχόμενος καὶ ταύτην ἐπίδειξιν εἶναι τῆς ἀνδρείας καὶ τῆς εὐβουλίας

-- --

νομίζοντες, τὸ μή τις ἐν ὑστάτοις γενόμενος ὀφθῆναι· τοσοῦτος αὐτοῖς γυναικῶν καὶ παιδίων καὶ τῆς αὑτῶν σφαγῆς ἔρως ἐνέπεσεν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.380 Joseph. BJ 7.387 (English) >>Joseph. BJ 7.393

Powered by PhiloLogic